Republic: Cannibalism, Lycanthropy

Plato

τοῦτο μὲν ἄρα, ἦν δ᾽ ἐγώ, δῆλον, ὅτι, ὅτανπερ φύηται τύραννος, ἐκ προστατικῆς ῥίζης καὶ οὐκ ἄλλοθεν ἐκβλαστάνει. καὶ μάλα δῆλον. τίς ἀρχὴ οὖν μεταβολῆς ἐκ προστάτου ἐπὶ τύραννον; ἢ δῆλον ὅτι ἐπειδὰν ταὐτὸν ἄρξηται δρᾶν ὁ προστάτης τῷ ἐν τῷ μύθῳ ὃς περὶ τὸ ἐν Ἀρκαδίᾳ τὸ τοῦ Διὸς τοῦ Λυκαίου ἱερὸν λέγεται; τίς; ἔφη. ὡς ἄρα ὁ γευσάμενος τοῦ ἀνθρωπίνου σπλάγχνου, ἐν ἄλλοις ἄλλων ἱερείων ἑνὸς ἐγκατατετμημένου, ἀνάγκη δὴ
said I, “that when a tyrant arises he sprouts from a protectorate root and from nothing else.” “Very plain.” “What, then, is the starting-point of the transformation of a protector into a tyrant? Is it not obviously when the protector's acts begin to reproduce the legend that is told of the shrine of Lycaean Zeus in Arcadia?” “What is that?” he said. “The story goes that he who tastes of the one bit of human entrails minced up with those of other victims