On the Nature of Animals: Shrine of Pan

Aelian

ἐν Ἀρκαδίᾳ δὲ χώρᾳ ἐστὶν ἱερὸν Πανός: αὐλὴ τῷ χώρῳ τὸ ὄνομα. οὐκοῦν ὅσα ἂν ἐνταυθοῖ τῶν ζῴων καταφύγῃ ὥσπερ οὐν ἱκέτας ὁ θεὸς δι᾽ αἰδοῦς ἄγων εἶτα μέντοι σώζει τὴν μεγίστην σωτηρίαν αὐτά: οἱ γάρ τοι λύκοι οἱ διώκοντες παρελθεῖν ἔσω πεφρίκασι καὶ ἀναστέλλονται μόνον θεασάμενοι οἷ κατέφυγεν. ἴδια δὴ καὶ τούτων τῶν ζῴων ἔοικε πρὸς σωτηρίαν ἀγαθά.
And in Arcadian territory there is a shrine (hieron) of Pan; Aule is the name of the place. Now any animals that take refuge there the god respects as suppliants and protects in complete safety. For wolves in pursuit are afraid to enter it and are checked at the mere sight of the place of refuge. So there is private property for these animals too to enable them to survive.