Geography: Citation of Polybius on Mountains

Strabo

ὁ δ᾽ αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον τὸ Λύκαιον Παρνασσὸν Ὄλυμπον Πήλιον Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον Ῥοδόπην Δούνακα: καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, τὰς δ᾽ Ἄλπεις οὐδ᾽ ἂν πεμπταῖος ἀναβαίη τίς:
The same man [Polybius], in telling about the size and the height of the Alps, contrasts with them the greatest mountains among the Greeks: Taygetus, Lykaion, Parnassus, Olympus, Pelion, Ossa...