Dionysiaca: Arcadians under Aristaios

Nonnus

ἀλλ᾿ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης,οἵ τ᾿ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίουκαὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην290Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην Παρρασίην τ᾿ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης,καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα, Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων, οἵ τ᾿ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρωνστηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην·τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃἀνδράσι μαρναμένοις νομάδας κύναςεἰς μόθον ἕλκων,
He was followed by the vagabond acornfed Arcadians under arms, those that held Lasion, and the fine glades of Lycaios, and rocky Stymphalos, and Rhipe famous town; Stratia and Mantinea and Enispe, and woodland Parrhasia, where is still to be found the place untrodden in which primeval goddess Rheia was brought to bed; the region of Pheneos, and Orchomenos rich in sheep, only begetter of the dance, seat of Apidaneans. There were there also those of Arcadia, city of Arcas son of Callisto and Zeus, whose father fixed him in the starry firmament and called him Boötes Hailbringer. Such was the host which Aristaios armed with the Arcadian lance, and led sheepdogs to battle with warring men.