Description of Greece: Ash Altar of Zeus

Pausanias

ἔστι δὲ ἐπὶ τῇ ἄκρᾳ τῇ ἀνωτάτω τοῦ ὄρους γῆς χῶμα, Διὸς τοῦ Λυκαίου βωμός, καὶ ἡ Πελοπόννησος τὰ πολλά ἐστιν ἀπ᾽ αὐτοῦ σύνοπτος: πρὸ δὲ τοῦ βωμοῦ κίονες δύο ὡς ἐπὶ ἀνίσχοντα ἑστήκασιν ἥλιον, ἀετοὶ δὲ ἐπ᾽ αὐτοῖς ἐπίχρυσοι τά γε ἔτι παλαιότερα ἐπεποίηντο. ἐπὶ τούτου τοῦ βωμοῦ τῷ Λυκαίῳ Διὶ θύουσιν ἐν ἀπορρήτῳ: πολυπραγμονῆσαι δὲ οὔ μοι τὰ ἐς τὴν θυσίαν ἡδὺ ἦν, ἐχέτω δὲ ὡς ἔχει καὶ ὡς ἔσχεν ἐξ ἀρχῆς.
On the highest point of the mountain is a mound of earth, forming an altar of Zeus Lykaios, and from it most of the Peloponnesus can be seen. Before the altar on the east stand two pillars, on which there were of old gilded eagles. On this altar they sacrifice in secret to Lykaion Zeus. I was reluctant to pry into the details of the sacrifice; let them be as they are and were from the beginning.