Description of Greece: Altars of Pan & Lykaian Zeus near Tegea

Pausanias

ἐκ Τεγέας δὲ ἰόντι ἐς τὴν Λακωνικὴν ἔστι μὲν βωμὸς ἐν ἀριστερᾷ τῆς ὁδοῦ Πανός, ἔστι δὲ καὶ Λυκαίου Διός: λείπεται δὲ καὶ θεμέλια ἱερῶν. οὗτοι μὲν δή εἰσιν οἱ βωμοὶ σταδίοις δύο ἀπωτέρω τοῦ τείχους, προελθόντι δὲ ἀπ᾽ αὐτῶν μάλιστά που σταδίους ἑπτὰ ἱερὸν Ἀρτέμιδος ἐπίκλησιν Λιμνάτιδος καὶ ἄγαλμά ἐστιν ἐβένου ξύλου: τρόπος δὲ τῆς ἐργασίας ὁ Αἰγιναῖος καλούμενος ὑπὸ Ἑλλήνων. τούτου δὲ ὅσον δέκα ἀπωτέρω σταδίοις Ἀρτέμιδος Κνακεάτιδός ἐστι ναοῦ τὰ ἐρείπια.
On the left of the road as you go from Tegea to Laconia there is an altar of Pan, and likewise one of Lycaean Zeus. The foundations, too, of sanctuaries are still there. These altars are two stades from the wall; and about seven stades farther on is a sanctuary of Artemis, surnamed Lady of the Lake, with an image of ebony. The fashion of the workmanship is what the Greeks call Aeginetan. Some ten stades farther on are the ruins of a temple of Artemis Cnaceatis.