apud schol.: order of the foundation of games

Aristotle

ἡ τάξις τῶν ἀγώνων καθὰ Ἀριστοτέλης ἀναγράφεται· πρῶτα μὲν τὰ
Ἐλευσίνια διὰ τὸν καρπὸν τῆς Δήμητρος· δεύτερα δὲ τὰ Παναθήναια ἐπὶ
Ἀστέρι τῷ γίγαντι ὑπὸ Ἀθηνᾶς ἀναιρεθέντι· τρίτος ὃν ἐν Ἄργει Δαναὸς
ἔθηκε διὰ τὸν γάμον τῶν θυγατέρων αὐτοῦ· τέταρτος ὁ ἐν Ἀρκαδίᾳ τεθεὶς
ὑπὸ Λυκάονος, ὃς ἐκλήθη Λύκαια· πέμπτος ὁ ἐν Ἰωλκῷ Ἀκάστου
καθηγησαμένου ἐπὶ Πελίᾳ τῷ πατρί· ἕκτος ὁ ἐν Ἰσθμῷ Σισύφου
νομοθετήσαντος ἐπὶ Μελικέρτῃ· ἕβδομος ὁ Ὀλυμπιακὸς Ἡρακλέους
νομοθετήσαντος ἐπὶ Πέλοπι· ὄγδοος ὁ ἐν Νεμέᾳ, ὃν ἔθηκαν οἱ ἑπτὰ ἐπὶ
Θήβας ἐπὶ Ἀρχεμόρῳ· ἔνατος ὁ ἐν Τροίᾳ, ὃν Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ
ἐποίησεν· δέκατος ὁ Πυθικός, ὃν οἱ Ἀμφικτύονες ἐπὶ τῷ Πύθωνος φόνῳ
ἔθηκαν. ταύτην τὴν τάξιν ὁ τοὺς πέπλους συνθεὶς Ἀριστοτέλης ἐξέθετο
τῶν ἀρχαίων καὶ παλαιῶν
ἀγώνων.
…The order of the games is written according to Aristotle: First were the Eleusinia because of the fruit of Demeter; second the Panathenaia for the slaying of the giant Aster by Athena; third, that which Danaos founded at Argos for the marriage of his daughters; and fourth in Arkadia by Lykaon, which were called the Lykaia…seventh the Olympics.